Помета к рукописи РНБ, Греч. собр. (ф. 906). № 374. Л. 4об.
Идентификатор
Помета к рукописи РНБ, Греч. собр. (ф. 906). № 374. Л. 4об.
Название
Помета к рукописи РНБ, Греч. собр. (ф. 906). № 374. Л. 4об.
Транскрипция
† Τῆ αὐτῆ ἡμέρα τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου, ἐτάξαμεν ἵνα γίνεται ἀγρυπνία καὶ τράπεζα τοῖς | ἀδελφοῖς κατ᾽ἔτος εἰς τὴν σεβασμίαν λαῦραν τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σάβα τοῦ ἡγιασμένου, μέχρις ἂν εὑρίσκονται | μοναχοὶ εἰς τὴν εἰρημένην ἁγίαν ταύτην μονὴν, διὰ τὸν πανιερώτατον καὶ ὀρθοδοξώτατον ἀρχιεπίσκοπον καὶ καθολικὸν | τῆς Ἰβερίας κῦριν Εὐθύμιον ἀλλὰ δὴ καὶ να μνημονεύεται καθεκάστην μετὰ τὸ μνημόσυνον τῶν μελλόντων πατριαρχεύειν | ἐν τῆ ἁγία πόλει Ἱερουσαλήμ αὐτὸς γὰρ ὁ προρρηθεὶς ἀρχιεπίσκοπος, ἔπεμψεν ἀπὸ τὴν Ἰβερίαν μικρὰν εὐλογίαν εἰς τὴν | τοιαύτην ἁγίαν λαῦραν εἰς κυβέρνησιν καὶ ἀναψυχὴν τῶν ταπεινῶν μοναχῶν, καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὸ συναξάριον τοῦ Μεγάλου Εὐθυμίου, | ἃς ἀναγινώσκεται καὶ ἡ τοιαύτη | ὑπόθεσις ἀκροωμένων πάντων| τῶν ἀδελφῶν καὶ ὁ θεὸς ὁ ἅγιος, | ὁ ἐν τριάδι ὑμνούμενοϛ καὶ ἡ πα|νάχραντος αὐτοῦ μητέρα, καὶ ὁ | παναγιασμένος Σάβας, δώῃ αὐτῶ τὸν μισθὸν | ἐν τῆ ἡμέρα τῆς κρίσεως διὰ | γὰρ τοῦτο ἐγεγόνει τὸ παρὸν ἡμέτερον | γράμμα, παρὰ τοῦ τότε καθηγουμένου | τῆς σεβασμίας ταύτης μονῆς, Ἰωα|ννικίου ἁμαρτωλοῦ, τάχα καὶ ἱερο|μονάχου ἐν ἔτει τῷ ςωμβ¯ ἰνδ(ικτιῶνος) β¯(титло) †.
Местонахождение записи
Л. 4об.